Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.277 Joseph. AJ 7.280 (English) >>Joseph. AJ 7.284

7.279παρὰ τῷ Ἰεσσαίου παιδί.” καὶ μετὰ τοὺς λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες· μόνη δʼ αὐτῷ παρέμεινεν Ἰούδα φυλὴ καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς, αἷς υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δʼ οὐκέτʼ ἐπλησίαζεν αὐταῖς. 7.280ἀποδείκνυσι δὲ καὶ τὸν Ἀμασὰν στρατηγὸν καὶ τὴν τάξιν αὐτῷ ἐφʼ ἧς Ἰώαβος ἦν δίδωσιν ἐκέλευσέ τε στρατιὰν ὅσην δύναται συναγαγόντʼ ἐκ τῆς Ἰούδα φυλῆς μεθʼ ἡμέρας τρεῖς ὡς αὐτὸν ἐλθεῖν, ἵνα παραδοὺς αὐτῷ πᾶσαν τὴν δύναμιν ἐκπέμψῃ πολεμήσοντα τὸν υἱὸν τοῦ Βοχορίου. 7.281ἐξελθόντος δὲ τοῦ Ἀμασᾶ καὶ περὶ τὴν ἄθροισιν τῆς στρατιᾶς βραδύνοντος, ὡς οὐκ ἐπανῄει τῇ τρίτῃ τῶν ἡμερῶν βασιλεὺς πρὸς τὸν Ἰώαβον ἔλεγεν οὐκ εἶναι σύμφορον ἀνοχὴν τῷ Σαβαίῳ διδόναι, μὴ γενόμενος ἐν πλείονι παρασκευῇ μειζόνων κακῶν καὶ πραγμάτων αἴτιος, Ἀψάλωμος αὐτοῖς κατέστη, γένηται. 7.282μὴ περίμενε τοίνυν μηδένα, ἀλλὰ τὴν οὖσαν παραλαβὼν δύναμιν καὶ τοὺς ἑξακοσίους μετὰ Ἀβεσσαίου τοῦ Ἀδελφοῦ σου δίωκε τὸν πολέμιον. καὶ ὅπου ποτʼ ἂν αὐτὸν καταλάβῃς ὄντα πειράθητι συμβαλεῖν· σπούδασον δʼ αὐτὸν φθάσαι, μὴ πόλεις ὀχυρὰς καταλαβόμενος ἀγῶνας ἡμῖν καὶ πολλοὺς ἱδρῶτας παρασκευάσῃ.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.277 Joseph. AJ 7.280 (English) >>Joseph. AJ 7.284

Powered by PhiloLogic